Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.1 Joseph. AJ 4.5 (English) >>Joseph. AJ 4.10

4.3εἶναί τε καὶ κατʼ αὐτοὺς ἱκανοὶ κρατεῖν τῶν ἐθνῶν ἔφασκον, κἂν ἀπαλλοτριοῦν αὐτῶν Μωυσῆς ἐθελήσῃ τὸν θεόν· ὅλως τε συμφέρειν αὐτοῖς τὸ αὐτοκράτορσιν εἶναι, καὶ μὴ χαίροντας ἐπὶ τῷ τῆς παρʼ Αἰγυπτίων ἐξελθεῖν ὕβρεως Μωυσῆν τύραννον ἀνέχεσθαι καὶ ζῆν πρὸς τὴν τούτου βούλησιν ἐξαπατωμένους, 4.4ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλʼ αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντʼ αὐτὸν εἰδέναι τὰ μέλλοντα παρʼ αὐτοῦ μανθάνοντα· 4.5δόξειν τε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπʼ ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν. 4.6τὴν ἀπορίαν οὖν λογιζόμενοι καὶ τὴν ἐρημίαν, ὑφʼ ἧς ἔτι ταύτην αὐτοῖς χείρω συνέβαινεν εἶναι δοκεῖν, ἐπὶ τὴν πρὸς τοὺς Χαναναίους μάχην ἦσαν ὡρμημένοι, τὸν θεὸν προστησάμενοι στρατηγὸν ἀλλʼ οὐχὶ τὴν παρὰ τοῦ νομοθέτου συνεργίαν περιμένοντες. 4.7

Ὡς οὖν ταῦτʼ ἄμεινον αὐτοῖς ἕξειν ἔκριναν καὶ τοῖς πολεμίοις ἐπῆλθον, οἱ μὲν οὐ καταπλαγέντες αὐτῶν τὴν ἔφοδον οὐδὲ τὴν πληθὺν γενναίως αὐτοὺς ἐδέξαντο, τῶν δὲ Ἑβραίων ἀποθνήσκουσί τε πολλοὶ καὶ τὸ λοιπὸν στράτευμα τῆς φάλαγγος αὐτῶν διαλυθείσης ἀκόσμως διωκόμενον εἰς τὴν παρεμβολὴν συνέφυγε,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.1 Joseph. AJ 4.5 (English) >>Joseph. AJ 4.10

Powered by PhiloLogic